Sunday, January 24, 2016

Χαιρετισμοί Αγιος Νεομάρτυς και Οσιομάρτυς Γεράσιμος



ΙΟΥΛΙΟΣ 3

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τὴν τῶν Ὁσίων πολιτείαν μιμησάμενος, τοῦ μαρτυρίου τὴν ὁδὸν στεῤῥῶς διήνυσας, ἐν δυνάμει θεοσδότῳ Ὁσιομάρτυς· ἀλλ’ ὡς γέρας εἰληφὼς δόξης τῆς κρείττονος, καθικέτευε ῥυσθῆναι πάσης θλίψεως, τοὺς βοῶντάς σοι· χαίροις Μάρτυς Γεράσιμε.



Ὁ Οἶκος.

Ἄγγελοι οὐρανόθεν, ἔχαιρον καθορῶντες, Γεράσιμε τοὺς θείους σου ἄθλους (γ΄)· σὺ γὰρ ἐν ἀσθενείᾳ σαρκός, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατεπάλαισας· διὸ Ὁσιομάρτυς σε, γεραίροντες ἀναβοῶμεν·

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνήθη·

χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ᾐσχύνθη.

Χαῖρε, τῶν Ὁσίων τῶν πάλαι ὁμόζηλος·

χαῖρε, τῶν Ἁγίων Μαρτύρων ἰσότιμος.

Χαῖρε, ὕψος ὅτι ἔφθασας, τῆς ἀγάπης τοῦ Θεοῦ·

χαῖρε, βάθος ὅτι ᾔσχυνας, ἐπινοίας τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι καθεῖλες τὴν ἀντίθεον πλάνην·

χαῖρε, ὅτι ἐδέξω τὴν θεόσδοτον χάριν.

Χαῖρε, ἀστὴρ ὁ νέος τῆς πίστεως·

χαῖρε, πρηστὴρ κακίας τοῦ χείρονος.

Χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι·

χαῖρε, πρὸς ὃν ἐν χαρᾷ βοῶσι·

Χαίροις, Μάρτυς Γεράσιμε.



Βλέπων σε νεανίαν, πίστει θείᾳ κομῶντα, ὁ ἄρχων ὁ δεινὸς τῆς κακίας, ἐπῆλθέ σοι μανίᾳ πολλῇ, καὶ τῆς ἀγάπης τοῦ Χριστοῦ ἐχώρισεν· ἀλλ’ ἀνανήψας Ἅγιε, ἐβόας ἐν δάκρυσι Κυρίῳ·

Ἀλληλούϊα.



Γνοὺς ὃ πέπονθας πτῶμα, τῷ Σωτῆρι ἐβόας, ἐν πίστει καὶ θερμῇ μετανοίᾳ· δέξαι με Κύριε τὸν οἰκτρόν· ὁ δὲ Σωτὴρ τῶν κρειττόνων σε ἠξίωσεν, ἡμεῖς δὲ τὴν σὴν ἄθλησιν ἀγάμενοί σοι ἐκβοῶμεν·

Χαῖρε, Χριστοῦ τὸ ἅγιον θῦμα·

χαῖρε, ἐχθροῦ τὸ καίριον πλῆγμα.

Χαῖρε, ὁ πτερνίσας τὸν δόλῳ σε τρώσαντα·

χαῖρε, ὁ πατήσας τὰ τούτου βουλεύματα.

Χαῖρε, ἄνθος εὐωδέστατον, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, γέρας πολυτίμητον, τοῦ ποθοῦντός σε λαοῦ.

Χαῖρε, ὅτι ἐπλήσθης ἐννοιῶν οὐρανίων·

χαῖρε, ὅτι ἀπέστης δωρεῶν ἐπιγείων.

Χαῖρε, πυρὸς ἀΰλου θησαύρισμα·

χαιρε, φωτὸς τοῦ θείου ἐναύλισμα.

Χαῖρε, υἱῶν τῶν τῆς Ἄγαρ αἰσχύνη·

χαῖρε, πιστῶν Ὀρθοδόξων ἡ νίκη.

Χαίροις, Μάρτυς Γεράσιμε.



Δόξαν πρὸς οὐρανίαν, ὁλικῶς ἀνανεύων, ἐζήτεις ὃ ἀπώλεσας κάλλος· καὶ φυγὼν τὴν καθέδραν λοιμῶν, τὸν πολύτιμον λίθον ἐπανεύρηκας, ᾧ κολληθεὶς Γεράσιμε, ἐβόας θερμῇ τῇ καρδίᾳ·

Ἀλληλούϊα



Ἔχαιρες ὁλοψύχως, καταφθάσας ἐν Ἄθῳ, ὡς ἔλαφος διψῶσα θεόφρον· καὶ πιὼν τὸ ὔδωρ τῆς ζωῆς, ἀνεπτερώθης πρὸς ἔνθεον ἔρωτα, ᾧ ἴθυνον πρεσβείαις σου, τοὺς εὐλαβῶς σοι προσιόντας·

Χαῖρε, ἀγάπης θείας ταμεῖον·

χαῖρε, κρειττόνων τὸ ἐκμαγεῖον.

Χαῖρε, ὁ νεκρώσας σαρκὸς τὰ φρονήματα·

χαῖρε, ὁ ζωώσας ψυχῆς τὰ νοήματα.

Χαῖρε, τῆς ζωῆς τῆς κρείττονος, θησαυρὸς περιφανής·

χαῖρε, τῆς ἐνθέου χάριτος, μέτοχος θεοειδής.

Χαῖρε, οτι ὀξέως ἐμακρύνθης τοῦ κόσμου·

χαῖρε, ὅτι ἀπέστης τῆς ἀπάτης τοῦ δόλου.

Χαῖρε, λιπὼν λοιμῶν τὴν συνάφειαν·

χαῖρε, εὑρὼν τὴν θείαν ἀπάθειαν.

Χαῖρε, βολὶς κατ’ ἐχθροῦ ἀρχεκάκου·

χαῖρε, λαμπὰς φωταυγείας ἀφράστου.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ζέοντι πνεύματι μάκαρ, καὶ θερμῇ διανοίᾳ, ἐπόθεις μοναζόντων τὸ σχῆμα· καὶ προγυμνασθεὶς ταῖς ἀρεταῖς, ὑπέσχες τῷ θείῳ ζυγῷ τὸν αὐχένα σου, ἔνθους ἐπὶ τὰ κρείττονα, προβαίνων καὶ Κυρίῳ ψάλλων·

Ἀλληλούϊα.



Ἤκουσε τῆς φωνῆς σου, τῶν δεήσεων μάκαρ, Γεώργιος ὁ Τροπαιοφόρος· ἐντεῦθεν κατεύθυνε σαφῶς, τὰ τῆς ψυχῆς σου κινήματα Ἅγιε· διὸ τὴν ἐν σοὶ πρόνοιαν, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε, ὁ ἔρως τῶν θείων ἄθλων·

χαῖρε, τὸ σκεῦος τῶν χαρισμάτων.

Χαῖρε, ὁ ζηλώσας Μαρτύρων τὰ σκάμματα·

χαῖρε, ὁ πατήσας ἐχθρῶν τὰ φρυάγματα.

Χαῖρε, Ὅσιος ἐν Μάρτυσι, καὶ ἐχθρῶν θριαμβευτής·

χαῖρε, Μάρτυς ἐνθεώτατος, τοῦ Χριστοῦ καὶ Ἀθλητής.

Χαῖρε, ὅτι καθεῖλες τὸ μετέωρον ὄμμα·

χαῖρε, ὅτι ἠρνήσω τὸ φθειρόμενον σῶμα.

Χαῖρε, Χριστοῦ ποθήσας τὴν νέκρωσιν·

χαῖρε, λαβὼν τὴν ἄϋλον θέωσιν.

Χαῖρε, παθῶν μιμητὰ ζωηφόρων·

χαῖρε, ἀνδρῶν ζηλωτὰ θεοφόρων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Θείαις διδασκαλίαις, καὶ σοφαῖς ὑποθήκαις, ὑπείκων τοῦ Ὁσίου Ἀββᾶ σου, τύπος ὑπακοῆς ἀληθοῦς, ἐν τῷ Ἄθῳ ἀνεδείχθης Γεράσιμε, καὶ τὸν ἐχθρὸν ὑπέταξας, ἐν τῷ ψάλλειν Κυρίῳ οὕτως·

Ἀλληλούϊα.



Ἴθυνας τοῦ νοός σου, ἀσφαλῶς τὰς κινήσεις, πρὸς ζῆλον μαρτυρίου ἁγίου· καὶ τὰς σεπτὰς διελθὼν Μονάς, ἐπτερώθης ἐπὶ πλεῖον τῷ πόθῳ σου, τοὺς δὲ πιστοὺς διήγειρας, βοᾶν σοι χαρμοσύνως ταῦτα·

Χαῖρε, ὁ νέος Χριστοῦ ὁπλίτης·

χαῖρε, ὁ ἔνθεος χριστομύστης.

Χαῖρε, Ἐκκλησίας καινὸν περιτείχισμα·

χαῖρε, εὐσεβείας νεότευκτον στήριγμα.

Χαῖρε, πρόβατον νεόσφακτον, τῆς ἀγέλης τοῦ Χριστοῦ·

χαῖρε, ἄρωμα νοούμενον, εὐωδίας οὐρανοῦ.

Χαῖρε, ὅτι ἀρτίως ἠγωνίσω νομίμως·

χαῖρε, ὅτι θεόθεν ἐδοξάσθης ἁγίως.

Χαῖρε, ἐχθρῶν φαυλίσας τὴν ἔπαρσιν·

χαῖρε, ψυχῆς ἐκφήνας τὴν ἔνστασιν.

Χαῖρε, ἐν ᾧ θεία χάρις ἐκλάμπει·

χαῖρε, δι’ οὗ ὁ βελίαρ στενάζει.

Χαίροις, Μάρτυς Γεράσιμε.



Κάτοχος τῆς τελείας, τοῦ Σωτῆρος ἀγάπης, γενόμενος Γεράσιμε Μάρτυς, τῷ σῷ ὁσίῳ ὑφηγητῇ, τὴν πρὸς αὐτὸν ἐκδημίαν ἐδήλωσας, ἐν αἰνίγματι Ἅγιε, πρὸς αὐτὸν ἀφορῶν καὶ κράζων·

Ἀλληλούϊα.



Λάμπων τῇ διανοίᾳ, ἐν ἀνδρείᾳ καρδίᾳ, ἐπέστης Κωνσταντίνου τῇ πόλει, καὶ ᾔσχυνας εὐτόλμῳ φωνῇ, τοῦ πρώην κυρίου σου τὴν ἀσέβειαν, πρὸς Ἰησοῦν τὸν Κύριον ἀτενίζων, ὁ νῦν ἀκούων·

Χαῖρε, Χριστοῦ τὴν πίστιν κηρύξας·

χαῖρε, ἐχθροῦ τὴν πλάνην φαυλίσας.

Χαῖρε, εὐσεβούντων χαρὰ ἀναφαίρετος·

χαῖρε, τῶν τῆς Ἄγαρ αἰσχύνη καὶ ἔλεγχος.

Χαῖρε, κήρυξ διαπρύσιος, τῆς Θεότητος Χριστοῦ·

χαῖρε, μάχαιρα ἀμφίστομος, τῆς ἀπάτης τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι ἠρνήσω ὃ κακῶς ᾑρετίσω·

χαῖρε, ὅτι ἐκτήσω ὃ καλῶς ἐπορίσω.

Χαῖρε, υἱῶν τῆς Ἄγαρ τὸ θρήνημα·

χαῖρε, πιστῶν τὸ θεῖον ἐκνίκημα.

Χαῖρε, γερῶν κοινωνὲ οὐρανίων·

χαῖρε, ἡμᾶς διασώζων κινδύνων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Μεγαλόφρονι γνώμῃ, καὶ πολλῇ παῤῥησίᾳ, ἐκήρυξας ὃ πέπονθας πτῶμα, καὶ ἡ ὁμολογία ἡ σή, πτῶσις τῶν ἀπίστων Μάρτυς γεγένηται· ὅτι τυθῆναι ἔσπευσας, ὑπὲρ Χριστοῦ ᾧ καὶ ἐβόας·

Ἀλληλούϊα.



Νέον ἄστρον ἐδείχθης, τῇ Χριστοῦ Ἐκκλησίᾳ, Γεράσιμε νομίμως ἀθλήσας· διὸ ἀγαλλιῶνται ἐν σοί, σὺν τῇ πατρίδι σου πιστῶν οἱ σύλλογοι· κοινὸν γὰρ ὤφθης καύχημα, τῶν ἐκβοώντων σοι ἐκ πόθου·

Χαῖρε, τὸ κλέος τῶν Ὀρθοδόξων·

χαῖρε, ἡ πτῶσις τῶν κακοδόξων.

Χαῖρε, στρατιῶτα Χριστοῦ ἐνθεώτατε·

χαῖρε, καθαιρέτα ἐχθροῦ κραταιότατε.

Χαῖρε, ὁ νεοπαγὴς θεμέλιος, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, τὸ νεοθαλὲς γεώργιον, εὐανδρίας ψυχικῆς.

Χαῖρε, ὅτι τοὺς πάλαι Ἀθλητὰς ἐμιμήσω·

χαῖρε, ὅτι τὴν δόξαν τὴν ἐκείνων ἐκτήσω.

Χαῖρε, τῆς σῆς πατρίδος ἀγλάϊσμα·

χαῖρε, πιστῶν τὸ θεῖον ὡράϊσμα.

Χαῖρε, ζωῆς τοῦ καρποῦ ὁ μετέχων·

χαῖρε, δεινῶν ἡμῖν λύσιν παρέχων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ξενωθεὶς τῶν ἐν κόσμῳ, οὐρανίῳ σου πόθῳ, οὐδόλως ἐξενίσθης θεόφρον, ταῖς ἀπειλουμέναις σοι ποιναῖς, ἀλλ’ ἀπτοήτως τὰ πάντα ὑπέμεινας· ὡς ξένος γὰρ καὶ πάροικος, τῶν τῇδε ἐφαίνου κραυγάζων·

Ἀλληλούϊα.



Ὅλος ὢν ἡνωμένος, δι’ ἀγάπης θεόφρον, Χριστῷ τῷ Βασιλεῖ τῶν αἰώνων, ἐπὶ ἡμέρας δέκα σκληρῶς, πρὸς ταῖς πέντε αἰκιζόμενος ἄτρεπτος, ἵστασο Γεράσιμε, ἰσχὺν παρέχων τοῖς βοῶσι·

Χαῖρε, ὁ ἄτρεπτος ταῖς βασάνοις·

χαῖρε, ὁ ἄκαμπτος τοῖς τυράννοις.

Χαῖρε, ὁ τῶν πόνων φανεὶς ἰσχυρότερος·

χαῖρε, ὁ τῶν κάτω ἡδέων ἀνώτερος.

Χαῖρε, λαμπηδὼν νεόφωτος, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, ἀηδὼν ἡδύφωνος, πίστεως τῆς εὐσεβοῦς.

Χαῖρε, ὅτι βασάνων πεῖραν ἔλαβες πλείστων·

χαῖρε, ὅτι στεφάνων ἔτυχες οὐρανίων.

Χαῖρε, Χριστοῦ θυσία εὐπρόσδεκτος·

χαῖρε, ἀμνὸς Αὐτοῦ ὁ νεόθυτος.

Χαῖρε, ἐχθρῶν τὴν ὀφρῦν κατασπάσας·

χαῖρε, πιστῶν τὰς ψυχὰς καταυγάσας.

Χαίροις, Μάρτυς Γεράσιμε.



Πλήρης χαρᾶς θεόφρον, ὑποκλίνεις τῷ ξίφει, τυράννου κατὰ σοῦ μαινομένου, καὶ τὸν αὐχένα ἀποτμηθείς, ὡς ἐν ἐκστάσει κεφαλὰς διέκοψας Γεράσιμε μακάριε, τῶν μὴ εἰδότων Χριστῷ ψάλλειν·

Ἀλληλούϊα.



Ῥείθροις τῶν σῶν αἱμάτων, τὴν στολήν σου φοινίξας, ἀνῆλθες πρὸς τὰ ἄνω σκηνώματα, ἔνθα χορεῖαι τῶν Ἀθλητῶν, καὶ τῶν Ὁσίων ὧν ὤφθης συνάριθμος, μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν πίστει σοι βοώντων·

Χαῖρε, Μαρτύρων ὁ συμπολίτης·

χαῖρε, ὁ ἔνδοξος στεφανίτης.

Χαῖρε, ὁ πλουτήσας Ὁσίων τὴν ἔλλαμψιν·

χαῖρε, ὁ προσάδων Ἀγγέλων τὴν αἴνεσιν.

Χαῖρε, ῥεῖθρον τὸ νεόῤῥυτον, νάματος τοῦ μυστικοῦ·

χαῖρε, νάρκισσος ἡδύπνευστος, ἔρωτος τοῦ θεϊκοῦ.

Χαῖρε, ὅτι τοὺς ἄθλους διανύεις νομίμως·

χαῖρε, ὅτι τὴν κάραν ἀπετμήθηυς ἀνδρείως.

Χαῖρε, Χριστοῦ τὸ θεῖον ὀσφράδιον·

χαῖρε, πιστῶν ὀχύρωμα ἄσειστον.

Χαῖρε, δι’ οὗ ὁ βελίαρ οἰμώζει·

χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι.

Χαίροις, Μάρτυς Γεράσιμε.



Στέφανον ἀφθαρσίας, ἐκ Χριστοῦ δεδεγμένος, ὡς Μάρτυς νικηφόρος θεόφρον, χαρὰ καὶ καύχημα ἱερόν, τῇ σῇ πατρίδι Γεράσιμε γέγονας, ἥτις ἐν σοὶ γάνυται, καὶ σκιρτῶσα Χριστῷ κραυγάζει·

Ἀλληλούϊα.



Τεῖχος εἶ Νεομάρτυς, ἀληθῶς καὶ προστάτης, τῆς σὲ ἐνεγκαμένης πατρίδος· ἐν σοὶ γὰρ αὕτη χαίρει σεμνῶς, καὶ τῇ σῇ πρεσβείᾳ σπεύδει ἑκάστοτε, ἣν σκέπε τῇ σῇ χάριτι, βοῶσά σοι ἐν εὐλαβείᾳ·

Χαῖρε, ὁ θεῖος Ὁσιομάρτυς·

χαῖρε, Κυρίου ὁ Νεομάρτυς.

Χαῖρε, τοῦ Μεγάλου Χωρίου τὸ βλάστημα·

χαῖρε, τῆς πατρίδος σου θεῖον ὡράϊσμα.

Χαῖρε, δρόσος νεοστάλακτος, ἡ δροσίζουσα πιστούς·

χαῖρε, αὔρα ἀναψύχουσα, καὶ εὐφραίνουσα πολλούς.

Χαῖρε, ὅτι παρέχεις ἀρωγὴν τοῖς αἰτοῦσι·

χαῖρε, ὅτι βλυστάνεις ἴασιν τοῖς νοσοῦσι.

Χαῖρε, δεινῶν ἡμᾶς ἐξαιρούμενος·

χαῖρε, πολλῶν κινδύνων λυτρούμενος.

Χαῖρε, φωτὸς οὐρανίου θεάμων·

χαῖρε, πηγὴ ψυχοτρόφων ναμάτων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ὕμνοις ἐπινικίοις, τὴν σὴν μνήμην τελοῦντες, γεραίροντες τοὺς ἄθλους σου Μάρτυς, πάντες ἐν τῷ σεπτῷ σου ναῷ, ὃν οἱ φιλοῦντές σε πόθῳ σοι ἤγειραν, οἷς δίδου χάριν ἄνωθεν, καὶ φύλαττε Θεῷ βοῶντας·

Ἀλληλούϊα.



Φλέγει ἡ ἐνοικοῦσα, τοῖς σεπτοῖς σου λειψάνοις, τοῦ Πνεύματος πολύολβος χάρις, δαιμόνων τὴν ἰσχὺν Ἀθλητά, καὶ ἁγιάζει τοὺς πίστει προστρέχοντας· ἃ προσκυνοῦντες Ἅγιε, βοῶμέν σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, τὸ γέρας τῆς Ἐκκλησίας·

χαῖρε, τὸ κέρας τῆς Ἀμαλθείας.

Χαῖρε, τοῦ Σωτῆρος πιὼν τὸ ποτήριον·

χαῖρε, ὁ τελέσας καλῶς τὸ μαρτύριον.

Χαῖρε, ὅτι καταβέβληκας, τὸν ἐχθρὸν ἀθλητικῶς·

χαῖρε, ὅτι τεθαυμάστωσαι, πρὸς Χριστοῦ θεουργικῶς.

Χαῖρε, δοκησισόφων τὴν ὀφρῦν καταλύσας·

χαῖρε, παρανομούντων τὴν ἰσχὺν καταργήσας.

Χαῖρε, ὁρῶν Χριστοῦ τὴν λαμπρότητα·

χαῖρε, λιπὼν φθαρτῶν τὴν τερπνότητα.

Χαῖρε, χαρᾶς κοινωνὲ τῶν Ἀγγέλων·

χαῖρε, ἡμῖν πᾶσαν χάριν βραβεύων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Χαίρων χαρὰν τὴν θείαν, τῆς ζωῆς τῆς ἀλήκτου, σὺν πᾶσι τοῖς χοροῖς τῶν Ἀγγέλων, ἀπὸ πάσης λύπης καὶ ὀργῆς, ῥύου ἡμᾶς Ὁσιομάρτυς ἔνδοξε, τοὺς πόθῳ σου τὴν ἄθλησιν, ὑμνοῦντας καὶ Χριστῷ βοῶντας·

Ἀλληλούϊα.



Ψάλλων παναρμονίως, τὸ τρισύνθετον μέλος, σὺν Τάξεσι τῶν θείων Ἀγγέλων, μὴ παύσῃ ἐφορῶν Ἀθλητά, ἡμᾶς τοὺς εὐλαβῶς σε μακαρίζοντας· οὐ παύομεν γὰρ Ἅγιε, βοᾶν σοι ἀεὶ πιστῶς οὕτω·

Χαῖρε, προστάτα τῶν σὲ ὑμνούντων·

χαῖρε, συλλήπτωρ τῶν σὲ ποθούντων.

Χαῖρε, ἀρωγὲ τῶν πιστῶς προσιόντων σοι·

χαῖρε, βοηθὲ τῶν ἐκ πόθου ψαλλόντων σοι.

Χαῖρε, δόξα καὶ κραταίωμα, Ὀρθοδόξων εὐσεβῶν·

χαῖρε, σκέπη καὶ ἀντίληψις, τῶν πιστῶν συμπολιτῶν.

Χαῖρε, δι’ οὗ κινδύνων ῥυσθήσομαι·

χαῖρε, δι’ οὗ φωτὸς ἐμπλησθήσομαι.

Χαῖρε, καινὴ χαρμονὴ τῆς ψυχῆς μου·

χαῖρε, καλὸς ὁδηγὸς τῆς ζωῆς μου.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ὦ Ἀγίων Μαρτύρων, καὶ Ὁσίων Πατέρων, συμμέτοχε Γεράσιμε μάκαρ, τὴν παροῦσαν ἡμῶν προσφοράν, εὐμενῶς δέξαι καὶ δίδου τὴν χάριν σου, ἡμῖν τοῖς σοῖς προστρέχουσι, καὶ τῇ Τριάδι ἐκβοῶσιν·

Ἀλληλούϊα.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.